Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.26 Dem. 24.29 (English) >>Dem. 24.32

24.28ἐνθυμήθητε ἀναγιγνωσκομένου τοῦ ψηφίσματος ὡς τεχνικῶς γράφων αὐτὸ τὴν διοίκησιν καὶ τὸ τῆς ἑορτῆς προστησάμενος κατεπεῖγον, ἀνελὼν τὸν ἐκ τῶν νόμων χρόνον, αὐτὸς ἔγραψεν αὔριον νομοθετεῖν, οὐ μὰ Δίʼ οὐχ ἵνʼ ὡς κάλλιστα γένοιτό τι τῶν περὶ τὴν ἑορτήν (οὐδὲ γὰρ ἦν ὑπόλοιπον οὐδʼ ἀδιοίκητον οὐδέν), ἀλλʼ ἵνα μὴ προαισθομένου μηδενὸς ἀνθρώπων μηδʼ ἀντειπόντος τεθείη καὶ γένοιτο κύριος αὐτοῖς ὅδʼ νῦν ἀγωνιζόμενος νόμος. 24.29τεκμήριον δέ· καθεζομένων γὰρ τῶν νομοθετῶν, περὶ μὲν τούτων, τῆς διοικήσεως καὶ τῶν Παναθηναίων, οὔτε χείρονʼ οὔτε βελτίω νόμον οὐδένʼ εἰσήνεγκεν οὐδείς, περὶ δʼ ὧν οὔτε τὸ ψήφισμʼ ἐκέλευεν οἵ τε νόμοι κωλύουσιν, Τιμοκράτης οὑτοσὶ κατὰ πολλὴν ἡσυχίαν ἐνομοθέτει, κυριώτερον μὲν νομίσας τὸν ἐκ τοῦ ψηφίσματος τὸν ἐν τοῖς νόμοις εἰρημένον χρόνον, οὐδʼ ὁτιοῦν δὲ φοβηθεὶς εἰ ἁπάντων ὑμῶν ἀγόντων ἱερομηνίαν, καὶ νόμου κειμένου μήτʼ ἰδίᾳ μήτε κοινῇ μηδὲν ἀλλήλους ἀδικεῖν ἐν τούτῳ τῷ χρόνῳ, μηδὲ χρηματίζειν τι ἂν μὴ περὶ τῆς ἑορτῆς , αὐτὸς οὐχ ἕνα τὸν τυχόντα, ἀλλʼ ὅλην ἀδικῶν φανήσεται τὴν πόλιν. 24.30καίτοι πῶς οὐ δεινόν, εἰδότα μὲν τοὺς νόμους, ὧν ὀλίγῳ πρότερον πάντες ἠκούσατε, κυρίους ὄντας, εἰδότα δʼ οὐκ ἐῶνθʼ ἕτερον νόμον ψήφισμʼ οὐδέν, οὐδʼ ἂν ἔννομον , νόμου κυριώτερον εἶναι, γράψαι καὶ θεῖναι νόμον ὑμῖν κατὰ ψήφισμα, καὶ αὐτὸ παρὰ τοὺς νόμους εἰρημένον ᾔδει;


Demosthenes, Speeches (XML Header) [genre: prose; rhetoric] [word count] [lemma count] [Dem.].
<<Dem. 24.26 Dem. 24.29 (English) >>Dem. 24.32

Powered by PhiloLogic